We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Ὑ​γ​ρ​ο​π​υ​ρ​ι​ν​ο​ψ​υ​χ​κ​ρ​ὸ​ν π​ν​ε​ῦ​μ​α (Moist, Fiery, Cold Spirit)

from Μ​ι​σ​ό​σ​α​ρ​κ​ο​ς (Hater of Flesh) by Voidcraeft

/

lyrics

Ὦ μέγα, μέγιστον, ἐγκύκλιον
Ἀπερινόητον σχῆμα κόσμου
Οὐράνιον, ἐνουράνιον, αἰθέριον, ἐναιθέριον
Ὑδατῶδες, γαιῶδες, πυρῶδες, ἀνεμῶδες
Φωτοειδές, σκοτοειδές
Ὑγροπυρινοψυχκρὸν πνεῦμα
Ὑγροπυρινοψυχκρὸν πνεῦμα

Κύριε, παλινγενόμενος ἀπογίγνομαι
Αὐξόμενος καὶ αὐξηθεὶς τελευτῶ
Ἀπὸ γενέσεως ζωογόνου γενόμενος
Εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύομαι
Ὡς σὺ ἔκτισας
Καὶ ἐποίησας μυστήριον

Κύριε, παλινγενόμενος ἀπογίγνομαι
Αὐξόμενος καὶ αὐξηθεὶς τελευτῶ
Ἀπὸ γενέσεως ζωογόνου γενόμενος
Εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύομαι

Ἐξ ἀτόνων πέμπεις ὀξεῖαν ἰωήν
Φρικτὸν ἀναυδήσασα θεὸς τρισσοῖς στομάτεσσι
Κλαγγῆς σῆς ἀκούοντα τὰ κοσμικὰ πάντα δονεῖται
Νερτέριαί τε πύλαι καὶ χάος ἀρχαίτατον

Ὦ μέγα, μέγιστον, ἐγκύκλιον
Ἀπερινόητον σχῆμα κόσμου

Ἣν πάντες ἀθάνατοι, ἥν τε θνητοὶ τε ἄνθρωποι
Οὔρεά τε ἀστερόεντα, νάπαι καὶ δένδρεα πάντα
Φρίσσουσί σε, μάκαιρα, ἀκούοντες ὄπα δεινήν

Ἐπικαλοῦμαί σε, τὸν ἀρχηγέτην πάσης γενέσεως
Τὸν διατείναντα τὰς ἑαυτοῦ πτέρυγας εἰς τὸν σύμπαντα κόσμον
Σὲ τὸν ἄπλατον καὶ ἀμέτρητον
Εἰς τὰς ψυχὰς πάσας ζωογόνον ἐμπνέοντα λογισμόν
Τὸν συναρμοσάμενον τὰ πάντα τῇ ἑαυτοῦ δυνάμει
Πρωτόγονε, παντὸς κτίστα, χρυσοπτέρυγε, μελαμφαῆ
Ὁ τοὺς σώφρονας λογισμοὺς ἐπικαλύπτων καὶ σκοτεινὸν ἐμπνέων οἶστρον
Ὁ κρύφιμος καὶ λάθρᾳ ἐπινεμόμενος πάσαις ψυχαῖς
Πῦρ ἀθεώρητον γεννᾷς βαστάζων τὰ πάντα ἔμψυχα οὐ κοπιῶν αὐτὰ βασανίζων

credits

license

all rights reserved

tags

about

Voidcraeft Karlsruhe, Germany

Symptoms of an unstable, threatening and incomprehensible world.

contact / help

Contact Voidcraeft

Streaming and
Download help

Report this track or account

If you like Voidcraeft, you may also like: